Flavius Josephus, Jewish War (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. BJ].
<<Joseph. BJ 6.164 Joseph. BJ 6.170 (English) >>Joseph. BJ 6.177

6.168περὶ μὲν δὴ τὸ ἱερὸν οὐ διέλειπον αἱ συμβολαί, συνεχὴς δʼ ἦν κατὰ μέρος ἐκθεόντων ἐπʼ ἀλλήλους πόλεμος. 6.169

Τῶν Ἰουδαίων δέ τις κατὰ ταύτας τὰς ἡμέρας ἀνὴρ τό τε

-- --

σῶμα βραχὺς καὶ τὴν ὄψιν εὐκαταφρόνητος γένους θʼ ἕνεκα καὶ τῶν ἄλλων ἄσημος, Ἰωνάθης ἐκαλεῖτο, προελθὼν κατὰ τὸ τοῦ ἀρχιερέως Ἰωάννου μνημεῖον ἄλλα τε πολλὰ πρὸς τοὺς Ῥωμαίους ὑπερηφάνως ἐφθέγγετο καὶ τὸν ἄριστον αὐτῶν εἰς μονομαχίαν προυκαλεῖτο. 6.170τῶν δὲ ταύτῃ παρατεταγμένων οἱ πολλοὶ μὲν ὑπερηφάνουν, ἦσαν δʼ οἳ κατὰ τὸ εἰκὸς ἐδεδοίκεσαν, ἥπτετό γε μὴν τινῶν καὶ λογισμὸς οὐκ ἀσύνετος θανατῶντι μὴ συμπλέκεσθαι· 6.171τοὺς γὰρ ἀπεγνωκότας τὴν σωτηρίαν ἅμα καὶ τὰς ὁρμὰς ἀταμιεύτους ἔχειν καὶ τὸ θεῖον εὐδυσώπητον, τό τε παραβάλλεσθαι πρὸς οὓς καὶ τὸ νικᾶν οὐ μέγα καὶ μετʼ αἰσχύνης τὸ λειφθῆναι σφαλερόν, οὐκ ἀνδρείας ἀλλὰ θρασύτητος εἶναι. 6.172μηδενὸς δʼ ἐπὶ πολὺ προϊόντος καὶ τοῦ Ἰουδαίου πολλὰ κατακερτομοῦντος αὐτοὺς εἰς δειλίαν, ἀλαζὼν γάρ τις ἦν αὑτῷ σφόδρα καὶ τῶν Ῥωμαίων ὑπερήφανος, Πούδης τις ὄνομα τῶν ἐξ ἴλης ἱππέων βδελυξάμενος αὐτοῦ τά τε ῥήματα καὶ τὸ αὔθαδες, 6.173εἰκὸς δὲ καὶ πρὸς τὴν βραχύτητα τοῦ σώματος αὐτὸν ἀσκέπτως ἐπαρθῆναι, προπηδᾷ, καὶ τὰ μὲν ἄλλα περιῆν συμβαλών, προεδόθη δὲ ὑπὸ τῆς τύχης· πεσόντα γὰρ αὐτὸν Ἰωνάθης ἀποσφάττει προσδραμών.



Flavius Josephus, Jewish War (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. BJ].
<<Joseph. BJ 6.164 Joseph. BJ 6.170 (English) >>Joseph. BJ 6.177

Powered by PhiloLogic